Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.262 Joseph. AJ 11.268 (English) >>Joseph. AJ 11.273

11.266τὴν γυναῖκα ἐπιχειρεῖς;” Ἀμάνου δὲ πρὸς τοῦτο καταπλαγέντος καὶ μηδὲν ἔτι φθέγξασθαι δυνηθέντος, καὶ Σαβουζάνης εὐνοῦχος παρελθὼν κατηγόρει τοῦ Ἀμάνου, ὡς εὕροι σταυρὸν ἐπὶ τῆς οἰκίας αὐτοῦ παρεσκευασμένον ἐπὶ Μαρδοχαῖον τοῦτο γὰρ αὐτῷ πυνθανομένῳ τὸν οἰκέτην εἰπεῖν, ὅτε καλέσων αὐτὸν ἐπὶ τὸ δεῖπνον ἔλθοι πρὸς αὐτόν. εἶναι δὲ τὸν σταυρὸν ἔλεγεν ἑξήκοντα πήχεων τὸ ὕψος. 11.267 δὲ βασιλεὺς ἀκούσας οὐκ ἄλλῃ τιμωρίᾳ περιβάλλειν ἔκρινεν τὸν Ἀμάνην τῇ κατὰ Μαρδοχαίου νενοημένῃ, καὶ κελεύει παραχρῆμα αὐτὸν ἐξ ἐκείνου τοῦ σταυροῦ κρεμασθέντα ἀποθανεῖν. 11.268ὅθεν ἐπέρχεταί μοι τὸ θεῖον θαυμάζειν καὶ τὴν σοφίαν αὐτοῦ καὶ δικαιοσύνην καταμανθάνειν, μὴ μόνον τὴν Ἀμάνου κολάσαντος πονηρίαν, ἀλλὰ καὶ τὴν κατʼ ἄλλου μεμηχανημένην τιμωρίαν ταύτην ἐκείνου ποιήσαντος εἶναι καὶ τοῖς ἄλλοις μαθεῖν οὕτως γνῶναι παρεσχηκότος, ὡς καθʼ ἑτέρου τις παρεσκεύασε ταῦτα λανθάνει καθʼ ἑαυτοῦ πρῶτον ἑτοιμασάμενος. 11.269

Ἀμάνης μὲν οὖν ἀμετρήτως τῇ παρὰ τοῦ βασιλέως χρώμενος τιμῇ τοῦτον διεφθάρη τὸν τρόπον, τὴν δὲ οὐσίαν αὐτοῦ ἐχαρίσατο τῇ βασιλίσσῃ. Μαρδοχαῖον δὲ προσκαλεσάμενος, καὶ γὰρ ἐδήλωσεν αὐτῷ τὴν πρὸς αὐτὸν συγγένειαν Ἐσθήρα, ὃν ἔδωκεν Ἀμάνῃ δακτύλιον τοῦτον Μαρδοχαίῳ δίδωσι. 11.270δωρεῖται δὲ καὶ βασίλισσα Μαρδοχαίῳ τὴν Ἀμάνου κτῆσιν καὶ δεῖται τοῦ βασιλέως ἀπαλλάξαι τοῦ περὶ τῆς ζωῆς φόβου τὸ τῶν Ἰουδαίων ἔθνος, δηλοῦσα τὰ γραφέντα κατὰ πᾶσαν τὴν χώραν ὑπὸ Ἀμάνου τοῦ Ἀμαδάθου· τῆς γὰρ πατρίδος αὐτῇ διαφθαρείσης καὶ τῶν ὁμοφύλων ἀπολομένων οὐκ ἂν ὑπομένειν τὸν βίον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.262 Joseph. AJ 11.268 (English) >>Joseph. AJ 11.273

Powered by PhiloLogic